Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.4 Dem. 39.7 (English) >>Dem. 39.10

39.6ὃν μὲν τοίνυν τρόπον ἡμᾶς ἐνέγραψεν πατήρ, ἀκηκόατε τῶν μαρτύρων· ὅτι δʼ οὐκ οἰομένου τούτου δεῖν ἐμμένειν, δικαίως καὶ ἀναγκαίως ἔλαχον τὴν δίκην, τοῦτʼ ἤδη δείξω. ἐγὼ γὰρ οὐχ οὕτω δήπου σκαιός εἰμʼ ἄνθρωπος οὐδʼ ἀλόγιστος, ὥστε τῶν μὲν πατρῴων, πάντʼ ἐμὰ ἐγίγνετο, ἐπειδήπερ ἐποιήσατο τούτους πατήρ, συγκεχωρηκέναι τὸ τρίτον νείμασθαι μέρος καὶ στέργειν ἐπὶ τούτῳ, περὶ δʼ ὀνόματος ζυγομαχεῖν, εἰ μὴ τὸ μὲν ἡμᾶς μεταθέσθαι μεγάλην ἀτιμίαν ἔφερε καὶ ἀνανδρίαν, τὸ δὲ ταὐτὸν ἔχειν τοῦτον ἡμῖν ὄνομα διὰ πόλλʼ ἀδύνατον ἦν.

39.7πρῶτον μὲν γάρ, εἰ δεῖ τὰ κοινὰ τῶν ἰδίων εἰπεῖν πρότερον, τίνʼ ἡμῖν πόλις ἐπιτάξει τρόπον, ἄν τι δέῃ ποιεῖν; οἴσουσι νὴ Δίʼ οἱ φυλέται τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τοὺς ἄλλους. οὐκοῦν Μαντίθεον Μαντίου Θορίκιον οἴσουσιν, ἐὰν χορηγὸν γυμνασίαρχον ἑστιάτορʼ ἐάν τι τῶν ἄλλων φέρωσιν. τῷ δῆλον οὖν ἔσται πότερον σὲ φέρουσιν ἐμέ; σὺ μὲν γὰρ φήσεις ἐμέ, ἐγὼ δὲ σέ. 39.8καὶ δὴ καλεῖ μετὰ τοῦθʼ ἄρχων πρὸς ὅντινʼ ἂν δίκη. οὐχ ὑπακούομεν, οὐ λῃτουργοῦμεν. πότερος ταῖς ἐκ τῶν νόμων ἔσται ζημίαις ἔνοχος; τίνα δʼ οἱ στρατηγοὶ τρόπον ἐγγράψουσιν, ἂν εἰς συμμορίαν ἐγγράφωσιν, ἂν τριήραρχον καθιστῶσιν; ἂν στρατεία τις , τῷ δῆλον ἔσται πότερός ἐσθʼ κατειλεγμένος;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.4 Dem. 39.7 (English) >>Dem. 39.10

Powered by PhiloLogic